Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.86 Joseph. AJ 3.90 (English) >>Joseph. AJ 3.95

3.88σεβάσμιοι δʼ ὑμῖν γενέσθωσαν καὶ παίδων περιμαχητότεροι καὶ γυναικῶν· εὐδαίμονα γὰρ διάξετε βίον τούτοις ἑπόμενοι καὶ γῆς ἀπολαύοντες καρπίμου καὶ θαλάσσης ἀχειμάστου καὶ τέκνων γονῆς κατὰ φύσιν τικτομένων καὶ πολεμίοις ἔσεσθε φοβεροί· τῷ θεῷ γὰρ εἰς ὄψιν ἐλθὼν ἀκροατὴς ἀφθάρτου φωνῆς ἐγενόμην· οὕτως ἐκείνῳ τοῦ γένους ἡμῶν καὶ τῆς τούτου μέλει διαμονῆς.” 3.89

Ταῦτʼ εἰπὼν προάγει τὸν λαὸν γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ὡς ἀκούσαιεν τοῦ θεοῦ διαλεγομένου πρὸς αὐτοὺς περὶ τῶν πρακτέων, ἵνα μὴ βλαβείη τῶν λεγομένων ἀρετὴ ὑπὸ ἀνθρωπίνης γλώττης ἀσθενῶς εἰς γνῶσιν αὐτοῖς παραδιδομένη. 3.90πάντες τε ἤκουον φωνῆς ὑψόθεν παραγενομένης εἰς ἅπαντας, ὡς διαφυγεῖν μηδένα καὶ λόγων οὓς Μωυσῆς ἐν ταῖς δύο πλαξὶ γεγραμμένους κατέλιπεν· οὓς οὐ θεμιτόν ἐστιν ἡμῖν λέγειν φανερῶς πρὸς λέξιν, τὰς δὲ δυνάμεις αὐτῶν δηλώσομεν. 3.91

Διδάσκει μὲν οὖν ἡμᾶς πρῶτος λόγος, ὅτι θεός ἐστιν εἷς καὶ τοῦτον δεῖ σέβεσθαι μόνον· δὲ δεύτερος κελεύει μηδενὸς εἰκόνα ζῴου ποιήσαντας προσκυνεῖν· τρίτος δὲ ἐπὶ μηδενὶ φαύλῳ τὸν θεὸν ὀμνύναι· δὲ τέταρτος παρατηρεῖν τὰς ἑβδομάδας ἀναπαυομένους ἀπὸ παντὸς ἔργου· 3.92 δὲ πέμπτος γονεῖς τιμᾶν· δὲ ἕκτος ἀπέχεσθαι φόνου· δὲ ἕβδομος μὴ μοιχεύειν· δὲ ὄγδοος μὴ κλοπὴν δρᾶν· δὲ ἔνατος μὴ ψευδομαρτυρεῖν· δὲ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμίαν λαμβάνειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.86 Joseph. AJ 3.90 (English) >>Joseph. AJ 3.95

Powered by PhiloLogic